TLG 2392 003 :: ARTEMON :: Fragmenta

ARTEMON Hist.
(Pergamenus: 2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 341–342.

Frr. 3–8

Citation: Fragment — (line)

t3a-8

Commentarii in Pindari carmina. Siculis scripta.

3a

Schol. Pind. Pyth. I, 1: [Ἱέρωνι Αἰτναί] Γέγραπται μὲν ὁ ἐπίνικος Ἱέρωνι, λέγεται δὲ ὁ Πίν‐ δαρος οὕτως (sc. verbis χρυσέα φόρμιγξ) ἐπιβεβλῆ‐ σθαι κατὰ Ἀρτέμονα τὸν ἱστορικὸν, ὅτι δὴ αὐτῷ
5ὁ Ἱέρων χρυσῆν ὑπέσχετο κιθάραν.

3b

Idem paullo post: Τινὲς χρυσῆν ὑποσχέσθαι φασὶ κιθάραν τὸν Ἱέρωνα τῷ Πινδάρῳ. Διὸ καὶ ὁ ποιητὴς ὑπομιμνήσκων αὐτὸν τῆς ἐπαγγελίας ἀπὸ τῆς κιθάρας ἤρξατο.

4

Idem ib. I, 32: Ἀρτέμων δέ τις ἱστορικὸς πιθα‐ νώτερον λογοποιεῖ· καθάπαξ γὰρ, φησὶν, πᾶν ὄρος ἔχον πυρὸς ἀναδόσεις ἐπὶ Τυφῶνι καίεται.

5

Idem Ol. II, 16: [Καμόντες οἳ (sc. οἱ τοῦ Θή‐ ρωνος πατέρες) πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμο] Ἀρίσταρχος τὴν πόλιν οἴκημα ποταμοῦ προσηγορεῦσθαί φησι διὰ τὸ ὁμώνυμον
5εἶναι τῷ ποταμῷ Ἀκράγαντι. Τὴν γὰρ ὀνομασίαν ἡ πόλις ἀπὸ τοῦ ποταμοῦ ἔσχεν. Ἀρτέμων δὲ ὁ ἀπὸ
Περγάμου τὴν Γέλλαν οἴεται δεῖν ἀκούειν, οὕτω κα‐ λουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Γέλᾳ, ὡς Καλλίμαχος·341
10 Οἱ δὲ Γέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. Καὶ γὰρ ταύτην ὁμώνυμον εἶναι Γέλλᾳ τῷ ποταμῷ, τοὺς δὲ Ἀκραγαντίνους Γελλῴων εἶναι ἀποίκους. Ὥστε τὸ πατέρων ἄωτον ἐν Γέλλᾳ ἐπὶ τῶν τοῦ Θήρωνος προγόνων συντετάχθαι. Κεφαλαιώδει δὲ χρῆται τῷδε·
15τὸ δὲ καμόντες, ἔφη, προσήκειν μᾶλλον ἀκούειν ὑπὲρ τῶν τὴν Γέλλαν ἐκτικότων, ἀλλ’ οὐ τὴν Ἀκράγαντα. Οἱ μὲν γὰρ ἀπὸ τοῦ ῥᾴστου συνῳκίσθησαν, οἱ δὲ χα‐ λεπῶς καὶ μόλις. Ἀντίφημος γὰρ ὁ Ῥόδιος καὶ Ἔντιμος ὁ Κρὴς οἱ τὴν εἰς Γέλλαν στείλαντες ἀποικίαν πρῶτον
20μὲν περὶ τὴν συναγωγὴν ἔκαμον οὐ μετρίως, συνα‐ θροίζοντες τοὺς ἐκ Πελοποννήσου καὶ Ῥόδου καὶ Κρή‐ της, εἶτα περὶ τὸν διάπλουν, εἶτα περὶ τὸν κατοι‐ κισμὸν, καὶ πάλιν διαγωνισάμενοι πρὸς τοὺς Σικανούς. Μενεκράτης δέ φησι ληρεῖν τὸν Ἀρτέμονα κ. τ. λ.

6

Id. Ol. V, 2: [Ὠκεανοῦ θυγάτηρ] Ἀρίσταρχος δὲ ἀκούει Ὠκεανοῦ θυγατέρα Καμάριναν, τὴν λίμνην, ἀφ’ ἧς καὶ τὴν πόλιν ὠνομάσθαι. Ἀρτέμων δὲ πρὸς τὴν Ἀρέθουσαν τὸν λόγον εἶναί φησιν· αὕτη δὲ ἐν Συρα‐
5κούσαις κρήνη, ὑποτέτακται δὲ ἡ Καμάρινα ταῖς Συ‐ ρακούσαις. Ἔχει δὲ ἡ Ἀρέθουσα καὶ πᾶσα κρήνη τὰς πηγὰς ἀπὸ Ὠκεανοῦ.

7

Idem Pyth. III, 48: Ἐπαινεῖ τὸν Πίνδαρον ὁ Ἀρτέμων, ὅτι παρακρουσάμενος τὴν περὶ τὸν κόρακα ἱστορίαν αὐτὸν δι’ ἑαυτοῦ ἐγνωκέναι φησὶ τὸν Ἀπόλλωνα. Ἱστορεῖται γὰρ ὅτι τὴν Ἴσχυος
5μίξιν ἐδήλωσεν αὐτῷ ὁ κόραξ· παρὸ καὶ δυσχεράναντα ἐπὶ τῇ ἀγγελίᾳ τὸν Ἀπόλλωνα ἀντὶ λευκοῦ μέλανα αὐτὸν ποιῆσαι. Τοῦτον οὖν τὸν μῦθον διωσάμενόν φησι τὸν Πίνδαρον τῷ ἑαυτοῦ νῷ καταλαβεῖν τὰ πεπραγμένα τῇ Κορωνίδι. Παράλογον γὰρ τὸν ἄλλοις μαντευόμενον
10αὐτὸν μὴ συμβαλεῖν τὰ κατ’ αὐτοῦ δρώμενα. Χαίρειν οὖν φράσας τῷ τοιούτῳ μύθῳ τέλεον ὄντι ληρώδει αὐτόν φησι τὸν Ἀπόλλωνα παρὰ τοῦ νοῦ πυθόμενον ἐπιπέμψαι τῇ Κορωνίδι τὴν Ἄρτεμιν. Τὸν δὲ περὶ τὸν κόρακα μῦθόν φησι καὶ Ἡσίοδον μνημονεύοντα λέγειν οὕτω·
15Τῷ μὲν ἄρ’ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτὸς Πυθὼ ἐς ἠγαθέην, καί ῥ’ ἔφρασεν ἔργ’ ἀΐδηλα Φοίβῳ ἀκερσεκόμῃ, ὅτ’ ἄρ’ Ἴσχυς γῆμε Κορωνὶν Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα.

8

Idem Isthm. II, 1: [Ξενοκράτει Ἀκραγαν‐ τίν] Τὸν δὲ Ξενοκράτην τοῦτον οἱ μὲν προϋπομνη‐ ματισάμενοι Θήρωνος ἀδελφὸν εἶναί φασιν, ὁ δὲ Ἀρτέ‐ μων σφόδρα τὰ περὶ τοὺς Σικελιώτας πεπολυπραγμο‐
5νηκὼς αὐτὸν μόνον συγγενῆ φησὶν εἶναι Θήρωνος.342